Κυριακή 19 Φεβρουαρίου 2012

19 Φεβρουαρίου Συναξαριστής


ΚΥΡΙΑΚΗ ΤΗΣ ΑΠΟ-ΚΡΕΩ, Τῶν Ἁγίων Ἀρχίππου, Φιλήμονος καὶ Ἀπφίας Ἀποστόλων, τῶν Ἁγίων Μαξίμου, Θεοδότου, Ἠσυχίου καὶ Ἀσκληπιοδότης Μαρτύρων, Εὐγενίου καὶ Μακαρίου Ὁσίων, Ραβουλᾶ Ὁσίου, Κόνωνος Ὁσίου, Σωφρονίου Ὁσίου, Ἰαροσλάβου τοῦ Σοφοῦ, Νικήτα Ἱερομάρτυρα, Φιλοθέης τῆς Ἀθηναίας, Μαρίας τοῦ Ὅλονετς.


ΚΥΡΙΑΚΗ «ΤΗΣ ΑΠΟ-ΚΡΕΩ»
῞Οταν δὲ ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ καὶ πάντες οἱ ἅγιοι ἄγγελοι μετ᾿ αὐτοῦ, τότε καθίσει ἐπὶ θρόνου δόξης αὐτοῦ,  καὶ συναχθήσεται ἔμπροσθεν αὐτοῦ πάντα τὰ ἔθνη, καὶ ἀφοριεῖ αὐτοὺς ἀπ᾿ ἀλλήλων ὥσπερ ὁ ποιμὴν ἀφορίζει τὰ πρόβατα ἀπὸ τῶν ἐρίφων,
Καὶ στήσει τὰ μὲν πρόβατα ἐκ δεξιῶν αὐτοῦ, τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων.
Τότε ἐρεῖ ὁ βασιλεὺς τοῖς ἐκ δεξιῶν αὐτοῦ· δεῦτε οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. ἐπείνασα γάρ, καὶ ἐδώκατέ μοι φαγεῖν, ἐδίψησα, καὶ ἐποτίσατέ με, ξένος ἤμην, καὶ συνηγάγετέ με, γυμνός, καὶ περιεβάλετέ με, ἠσθένησα, καὶ ἐπεσκέψασθέ με, ἐν φυλακῇ ἤμην, καὶ ἤλθετε πρός με. Τότε ἀποκριθήσονται αὐτῷ οἱ δίκαιοι λέγοντες· κύριε, πότε σε εἴδομεν πεινῶντα καὶ ἐθρέψαμεν, ἢ διψῶντα καὶ ἐποτίσαμεν; Πότε δέ σε εἴδομεν ξένον καὶ συνηγάγομεν, ἢ γυμνὸν καὶ περιεβάλομεν;
Πότε δέ σε εἴδομεν ἀσθενῆ ἢ ἐν φυλακῇ, καὶ ἤλθομεν πρός σε;

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου