Δ’ Χαιρετισμοί, Μαρίας τῆς Αἰγυπτίας, Ἀχὰζ Δικαίου, τῶν Ἁγίων Μαρτύρων Ἀλεξάνδρου, Διονυσίου, Ἰνγενιανῆς, Παντέρου ἢ Πανταίνου, Παρθενίου καὶ Σατουρνίνου, Βασιλείδου καὶ Γεροντίου Μαρτύρων, Πολυνίκου Μάρτυρα, Ἑρμοῦ καὶ Θεοδώρας Μαρτύρων, Μακαρίου Ὁσίου, Ἀβρααμίου Νεομάρτυρα, Εὐθυμίου τοῦ Θαυματουργοῦ, Γεροντίου Κανονάρχου, Ἰωάννου τοῦ Φιλοσόφου, Εὐλογίου Ὁσίου, Βαρσανουφίου Ὁσίου, Μακαρίου τοῦ Νέου.
Ἀκάθιστος Ὕμνος – Δ’ Στάσις
Τεῖχος εἶ τῶν παρθένων,
Θεοτόκε Παρθένε,
καὶ πάντων τῶν εἰς σὲ προστρεχόντων.
Ὁ γὰρ τοῦ οὐρανοῦ καὶ τῆς γῆς,
κατεσκεύασέ σε ποιητής, Ἄχραντε,
οἰκήσας ἐν τῇ μήτρα σου,
καὶ πάντας σοι προσφωνεῖν διδάξας·
Χαῖρε, ἡ στήλη τῆς παρθενίας,
χαῖρε, ἡ πύλη τῆς σωτήριας.
Χαῖρε, ἀρχηγὲ νοητῆς ἀναπλάσεως,
χαῖρε, χορηγὲ θεϊκῆς ἀγαθότητος.
Χαῖρε, σὺ γὰρ ἀνεγέννησας τοὺς συλληφθέντας αἰσχρῶς,
χαῖρε, σὺ γὰρ ἐνουθέτησας τοὺς συληθέντας τὸν νοῦν.
Χαῖρε, ἡ τὸν φθορέα τῶν φρενῶν καταργοῦσα,
χαῖρε, ἡ τὸν σπορέα τῆς ἁγνείας τεκοῦσα.
Χαῖρε, παστάς ἀσπόρου νυμφεύσεως,
χαῖρε, πιστοὺς Κυρίῳ ἁρμόζουσα.
Χαῖρε, καλὴ κουροτρόφε παρθένων,
χαῖρε, ψυχῶν νυμφοστόλε ἁγίων.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου