Κυριακή 28 Νοεμβρίου 2010

Κυριακή ΙΓ’ Λουκά – Ο πλούσιος νέος

  Ευαγγέλιο Κυριακής: Λουκ. ιη΄ 18-27

    Τῷ καιρῷ ἐκείνῳ, ἄνθρωπός τις προσῆλθε τῷ Ἰησοῦ λέγων· διδάσκαλε ἀγαθέ, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; 19 εἶπε δὲ αὐτῷ ὁ  Ἰησοῦς· τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ Θεός. 20 τὰς ἐντολὰς οἶδας· μὴ μοιχεύσῃς, μὴ φονεύσῃς, μὴ κλέψῃς, μὴ ψευδομαρτυρήσῃς, τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου. 21 ὁ δὲ εἶπε· ταῦτα πάντα ἐφυλαξάμην ἐκ νεότητός μου. 22 ἀκούσας δὲ ταῦτα ὁ  Ἰησοῦς εἶπεν αὐτῷ· ἔτι ἕν σοι λείπει· πάντα ὅσα ἔχεις πώλησον καὶ διάδος πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ, καὶ δεῦρο ἀκολούθει μοι. 23 ὁ δὲ ἀκούσας ταῦτα περίλυπος ἐγένετο· ἦν γὰρ πλούσιος σφόδρα. 24 ἰδὼν δὲ αὐτὸν ὁ  Ἰησοῦς περίλυπον γενόμενον εἶπε· πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες εἰσελεύσονται εἰς τὴν βασιλείαν τοῦ Θεοῦ! 25 εὐκοπώτερον γάρ ἐστι κάμηλον διὰ τρυμαλιᾶς ραφίδος εἰσελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν. 26 εἶπον δὲ οἱ ἀκούσαντες· καὶ τίς δύναται σωθῆναι; 27 ὁ δὲ εἶπε· τὰ ἀδύνατα παρὰ ἀνθρώποις δυνατὰ παρὰ τῷ Θεῷ ἐστιν.
Ο πλούσιος νέος
Διάθεση θυσίας

Ο πλούσιος νέος είχε μεγάλα πνευματικά ενδιαφέροντα. Ήταν κι άρχοντας της Συναγωγής και είχε μεταφυσικές αναζητήσεις. Μόλις λοιπόν αντίκρισε τον Κύριο, Τον πλησίασε και με ισχυρό ενδιαφέρον Τον ρώτησε: Διδάσκαλε αγαθέ, τι πρέπει να κάνω για να κληρονομήσω την αιώνια ζωή; Κι ο Κύριος του απάντησε: Γιατί με ονομάζεις «αγαθό», αφού νομίζεις ότι είμαι ένας απλός άνθρωπος;

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου