Παρασκευή 18 Μαρτίου 2011

18 Μαρτίου Συναξαριστής

Β’ Χαιρετισμοί, Κυρίλλου Πατριάρχου, τῶν Ἁγίων μυρίων Μαρτύρων, τῶν Ἁγίων Εὐκαρπίωνος, Τροφίμου καὶ τῶν σὺν αὐτῶν Μαρτυρησάντων, Ἀνανίου Θαυματουργοῦ, Ἐδουάρδου βασιλέως, Κυρίλλου Ὁσίου.

Β’ Χαιρετισμοί
Ἀκάθιστος Ὕμνος – Β’ Στάσις


Ἤκουσαν oἱ ποιμένες,
τῶν Ἀγγέλων ὑμνούντων,
τὴν ἔνσαρκον Χριστοῦ παρουσίαν·
καὶ δραμόντες ὡς πρὸς ποιμένα,
θεωροῦσι τοῦτον ὡς ἀμνὸν ἄμωμον,
ἐν γαστρὶ τῆς Μαρίας βοσκηθέντα,
ἥν ὑμνοῦντες εἶπον·
Χαῖρε, Ἀμνοῦ καὶ Ποιμένος Μῆτερ,
χαῖρε, αὐλὴ λογικῶν προβάτων.
Χαῖρε, ἀοράτων ἐχθρῶν ἀμυντήριον,
χαῖρε, Παραδείσου θυρῶν ἀνοικτήριον.

Χαῖρε, ὅτι τὰ οὐράνια συναγάλλεται τῇ γῇ,
χαῖρε, ὅτι τὰ ἐπίγεια συγχορεύει οὐρανοῖς.
Χαῖρε, τῶν Ἀποστόλων τὸ ἀσίγητον στόμα,
χαῖρε, τῶν Ἀθλοφόρων τὸ ἀνίκητον θάρσος.
Χαῖρε, στερρὸν τῆς πίστεως ἔρεισμα,
χαῖρε, λαμπρὸν τῆς Χάριτος γνώρισμα.
Χαῖρε, δι' ἧς ἐγυμνώθη ὁ Ἅδης,
χαῖρε, δι' ἧς ἐνεδύθημεν δόξαν.
Χαῖρε, Νύμφη ἀνύμφευτε.

Θεοδρόμον ἀστέρα,
θεωρήσαντες Μάγοι,
τῇ τούτου ἠκολούθησαν αἴγλῃ·
καὶ ὡς λύχνον κρατοῦντες αὐτόν,
δι' αὐτοῦ ἠρεύνων κραταιὸν Ἄνακτα,
καὶ φθάσαντες τὸν ἄφθαστον,
ἐχάρησαν αὐτῷ βοῶντες·
Ἀλληλούια.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου